Add parallel Print Page Options

25 Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν [a]βασιλείαν. 26 [b]διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός [c]εἰμι ἀπὸ τοῦ αἵματος πάντων, 27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι [d]πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν. 28 [e]προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ [f]θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ [g]αἵματος τοῦ ἰδίου. 29 ἐγὼ [h]οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου,

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:25 βασιλείαν WH Treg NIV ] + τοῦ θεοῦ RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:26 διότι WH NIV RP ] διὸ Treg
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:26 εἰμι WH Treg NIV ] ἐγὼ RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:27 πᾶσαν … θεοῦ ὑμῖν WH Treg NIV ] ὑμῖν πᾶσαν … θεοῦ RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:28 προσέχετε WH Treg NIV ] + οὖν RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:28 θεοῦ WH NIV ] κυρίου Treg; κυρίου καὶ θεοῦ RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:28 αἵματος τοῦ ἰδίου WH Treg NIV ] ἰδίου αἵματος RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:29 οἶδα WH Treg NIV ] γὰρ οἶδα τοῦτο RP